Ancient Greek · ~5 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.7-5
Not analysed yet
ὅλως γὰρ δεῖ νοῆσαι τὰ πράγματα ἐν μιᾷ καὶ μίαν φύσιν πάντα ἔχουσαν καὶ οἷον περιλαβοῦσαν, οὐχ ὡς ἐν τοῖς αἰσθητοῖς ἕκαστον χωρίς, ἀλλαχοῦ ἥλιος καὶ ἄλλο ἄλλοθι, ἀλλ̓ ὁμοῦ ἐν ἑνὶ πάντα: αὕτη γὰρ νοῦ φύσις: ἐπεὶ καὶ ψυχὴ οὕτω μιμεῖται καὶ ἡ λεγομένη φύσις, καθ̓ ἡν καὶ ὑφ̓ ἧς ἕκαστα γεννᾶται, ἄλλο ἄλλοθι αὐτῆς ὁμοῦ ἑαυτῇ οὔσης. ὁμοῦ δὲ πάντων ὄντων ἕκαστον αὖ χωρίς ἐστιν: ἐνορᾷ δὲ αὐτὰ τὰ ἐν τῷ νῷ καὶ τῇ οὐσίᾳ ὁ ἔχων νοῦς οὐκ ἐπιβλέπων, ἀλλ̓ ἔχων, οὐδὲ χωρίζων ἕκαστον: κεχώρισται γὰρ ἤδη ἐν αὐτῷ ἀεί. πιστούμεθα δὲ πρὸς τοὺς τεθαυμακότας ἐκ τῶν μετειληφότων: τὸ δὲ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος ψυχῆς ἔρωτι πρὸς αὐτὸν καὶ τῶν ἄλλων τὸν εἰς ψυχὴν ἔρωτα διὰ τὴν τοιαύτην φύσιν καὶ τῷ ἔχειν κατά τι ὡμοίωται. καὶ γὰρ δὴ καὶ ἄτοπον εἶναί τι ζῷον καλὸν αὐτοζῴου μὴ θαυμαστοῦ τὸ κάλλος καὶ ἀφράστου ὄντος. τὸ δὴ παντελὲς ζῷον ἐκ πάντων ζῴων ὄν, μᾶλλον δὲ ἐν αὑτῷ τὰ πάντα ζῷα περιέχον καὶ ἓν ὂν τοσοῦτον, ὅσα τὰ πάντα, ὥσπερ καὶ τόδε τὸ πᾶν ἓν ὂν καὶ πᾶν τὸ ὁρατὸν περιέχον πάντα τὰ ἐν τῷ ὁρατῷ.