Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.8
Not analysed yet
ἀλλὰ ταῦτα μὲν παρεξέβημεν: ἐκεῖθεν δὲ ζητητέον τὸ διὰ τί ἐπὶ τούτων οὐχ ὁμοίως; ἀλλὰ τὸ εἶναι τοῦτο τὸ παῤ ἀλλήλων τίνα ἔχει κοινὴν τὴν ὑπόστασιν εἰπάτωσαν. σῶμα μὲν οὖν τι τοῦτο τὸ κοινὸν οὐκ ἂν εἴη. λείπεται δή, εἴπερ ἔστιν, ἀσώματον καὶ ἢ ἐν αὐτοῖς ἢ ἔξωθεν. καὶ εἰ μὲν ἡ αὐτὴ σχέσις, συνώνυμος, εἰ δὲ μή, ἀλλ̓ ἄλλη ἄλλων, ὁμώνυμος: οὐ γὰρ δή, ὅτι σχέσις λέγεται, καὶ τὴν οὐσίαν τὴν αὐτὴν ἂν ἔχοι. ἆῤ οὖν τὰς σχέσεις ταύτῃ διαιρετέον, ᾗ τὰ μὲν ἔχει ἀργὸν τὴν σχέσιν, οἷον κειμένην θεωρεῖν, καὶ ἅμα πάντη ἡ ὑπόστασις, τὰ δὲ μετὰ δυνάμεως καὶ ἔργου ἢ ἀεί πως τὴν σχέσιν καὶ εἶχε καὶ πρὸ τοῦ τὴν ἑτοιμότητα, ἐν δὲ τῇ συνόδῳ καὶ ἐνεργείᾳ ὑπέστη, ἢ καὶ ὅλως τὰ μὲν πεποίηκε, τὰ δ̓ ὑπέστη, καὶ τὸ ὑποστὰν ὄνομα μόνον παρέσχε τῷ ἑτέρῳ, τὸ δὲ τὴν ὑπόστασιν; τοιοῦτον γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱός: καὶ τὸ ποιητικὸν δὲ καὶ τὸ παθητικὸν ἔχει τινὰ οἷον ζωὴν καὶ ἐνέργειαν. ἆῤ οὖν ταύτῃ διαιρετέον τὴν σχέσιν, καὶ διαιρετέον οὐχ ὡς ταὐτόν τι καὶ κοινὸν ἐν διαφοραῖς, ἀλλ̓ ὅλως ὡς ἑτέραν φύσιν τὴν σχέσιν ἐν ἑκατέρῳ, καὶ λεκτέον ὁμώνυμον τὴν μὲν ποιοῦσαν ποίησιν καὶ πάθησιν, ὡς μίαν ἄμφω, τὴν δὲ οὐ ποιοῦσαν, ἀλλ̓ ἐπ’ ἀμφοῖν τὸ ποιοῦν ἄλλο; οἷον ἰσότητα τὴν τὰ ἴσα: ἰσότητι γὰρ ἴσα καὶ ὅλως ταυτότητί τινι ταὐτά: τὸ δὲ μέγα καὶ μικρόν, τὸ μὲν μεγέθους παρουσίᾳ, τὸ δὲ μικρότητος. ὅταν δὲ τὸ μὲν μεῖζον, τὸ δὲ μικρότερον, οἱ μὲν μεταλαβόντες ὁ μὲν μείζων ἐνεργείᾳ φανέντος τοῦ ἐν αὐτῷ μεγέθους, ὁ δὲ μικρὸς τῆς σμικρότητος.