Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ
Plotinus, Enneades 6.8-3
Not analysed yet
τὸ μὲν οὖν φῶς, ἐπειδὴ σώματός ἐστιν, ὅθεν ἐλήλυθεν εἰπεῖν ἔχεις ἔχων εἰπεῖν τὸ σῶμα ὅπου ἐστίν, ἄυλον δὲ εἴ τί ἐστι καὶ δεῖται οὐδὲν σώματος πρότερον ὂν τῇ φύσει παντὸς σώματος, ἱδρυμένον αὐτὸ ἐν ἑαυτῷ, μᾶλλον δὲ οὐδὲ ἱδρύσεως δεόμενον οὐδὲν τῆς τοιαύτης, τοῦτο δὴ τὸ τοιαύτην ἔχον φύσιν οὐκ ἔχον ἀρχὴν ὅθεν ὁρμηθείη οὔτε ἔκ τινος τόπου οὔτε τινὸς ὂν σώματος πῶς αὐτοῦ τὸ μὲν ὡδὶ φήσεις, τὸ δὲ ὡδί; ἤδη γὰρ ἂν καὶ τὸ ὅθεν ὡρμήθη ἔχοι καὶ τό τινος εἶναι. λείπεται τοίνυν εἰπεῖν ὡς, εἴ τι αὐτοῦ μεταλαμβάνει, τῇ τοῦ ὅλου δυνάμει μεταλαμβάνει αὐτοῦ παντός: μηδὲν οὖν μήτ̓ ἄλλο τι μήτε μεμερισμένον. τῷ μὲν γὰρ σῶμα ἔχοντι τὸ πάσχειν κἂν κατὰ συμβεβηκὸς ἂν γένοιτο, καὶ ταύτῃ παθητὸν ἂν λέγοιτο καὶ μεριστόν, ἐπειδὴ σώματός ἐστί τι οἷον πάθος ἢ εἶδος: ὃ δέ ἐστι μηδενὸς σώματος, ἀλλὰ τὸ σῶμα ἐθέλει αὐτοῦ εἶναι, ἀνάγκη τοῦτο τά τε ἄλλα πάθη τοῦ σώματος μηδαμῶς αὐτὸ πάσχειν μερίζεσθαί τε οὐχ οἷόν τε: σώματος γὰρ καὶ τοῦτο καὶ πρώτως πάθος καὶ ᾗ σῶμα. εἰ δὴ ᾗ σῶμα τὸ μεριστόν, ᾗ μὴ σῶμα τὸ ἀμέριστον. πῶς γὰρ καὶ μεριεῖς οὐκ ἔχον μέγεθος; εἰ οὖν οὐκ ἔχοντος μέγεθος τὸ ἔχον τὸ μέγεθος ἀμηγέπη μεταλαμβάνει, οὐ μεριζομένου αὐτοῦ ἂν μεταλαμβάνοι ἢ μέγεθος αὖ ἕξει πάλιν. ὅταν οὖν ἓν πολλοῖς λέγῃς, οὐκ αὐτὸ πολλὰ γενόμενον λέγεις, ἀλλὰ τῶν πολλῶν τὸ πάθος περιάπτεις τῷ ἑνὶ ἐκείνῳ ἐν πολλοῖς αὐτὸ ἅμα ὁρῶν. τὸ δὲ ἓν αὐτοῖς οὕτω ληπτέον ὡς οὐκ αὐτῶν γενόμενον ἑκάστου οὐδ̓ αὖ τοῦ παντός, ἀλλ̓ ἐκεῖνο μὲν αὑτοῦ εἶναι καὶ αὐτὸ εἶναι, αὐτὸ δὲ ὂν οὐκ ἀπολείπεσθαι ἑαυτοῦ, οὐδ̓ αὖ τοσοῦτον ὅσον τὸ πᾶν αἰσθητὸν οὐδ̓ εἴ τι μέρος τοῦ παντός: ὅλως γὰρ οὐδὲ ποσόν. πῶς ἂν οὖν τοσοῦτον; σώματι μὲν γὰρ τοσοῦτον, τῷ δὲ μὴ σώματι, ἀλλ̓ ἑτέρας ὄντι φύσεως, οὐδαμῇ δεῖ προσάπτειν τοσοῦτον. ὅπου δὲ μὴ τὸ τοσοῦτον, οὐ τοίνυν οὐδὲ τὸ ποῦ: οὐ τοίνυν οὐδὲ τὸ ἐνταῦθα καὶ ἐνταῦθα: ἤδη γὰρ ἂν πολλάκις που εἴη. εἰ τοίνυν ὁ μερισμὸς τοῖς τόποις, ὅταν τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί, ὅτῳ τὸ ὡδὶ μὴ ὑπάρχει, πῶς ἂν τὸ μερίζεσθαι ἔχοι; ἀμέριστον ἄρα δεῖ αὐτὸ σὺν αὑτῷ εἶναι, κἂν τὰ πολλὰ αὐτοῦ ἐφιέμενα τυγχάνῃ. εἰ οὖν τὰ πολλὰ ἐφίεται αὐτοῦ, δηλονότι ὅλου ἐφίεται αὐτοῦ: ὥστε καὶ εἰ δύναται μεταλαβεῖν, ὅλου ἂν αὐτοῦ καθ̓ ὅσον δύναται μεταλαμβάνοι. δεῖ οὖν τὰ μεταλαμβάνοντα αὐτοῦ οὕτως ἔχειν αὐτοῦ, ὡς οὐ μετέλαβε, μὴ ἰδίου αὐτῶν ὄντος: οὕτως γὰρ ἂν μένοι αὐτὸ ἐφ̓ ἑαυτοῦ ὅλον καὶ ἐν οἷς ὁρᾶται ὅλον. εἰ γὰρ μὴ ὅλον, οὐκ αὐτὸ οὐδ̓ αὖ οὗ ἐφίεται ἡ μετάληψις ἔσται, ἀλλὰ ἄλλου, οὗ ἡ ἔφεσις οὐκ ἦν.