Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΑΓΑΘΟΥ Η ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.8-8
Not analysed yet
εἴ τις οὖν ψυχὴ οἶδεν ἑαυτὴν τὸν ἄλλον χρόνον καὶ οἶδεν, ὅτι ἡ κίνησις αὐτῆς οὐκ εὐθεῖα ἀλλ̓ ἢ ὅταν κλάσιν λάβῃ, ἡ δὲ κατὰ φύσιν κίνησις οἵα ἡ ἐν κύκλῳ περί τι οὐκ ἔξω, ἀλλὰ περὶ κέντρον, τὸ δὲ κέντρον ἀφ̓ οὗ ὁ κύκλος, κινήσεται περὶ τοῦτο, ἀφ̓ οὗ ἐστι, καὶ τούτου ἀναρτήσεται συμφέρουσα ἑαυτὴν πρὸς τὸ αὐτό, πρὸς ὃ ἐχρῆν μὲν πάσας, φέρονται δὲ αἱ θεῶν ἀεί: πρὸς ὃ φερόμεναι θεοί εἰσι: θεὸς γὰρ τὸ ἐκείνῳ συνημμένον, τὸ δὲ πόρρω ἀφιστάμενον ἄνθρωπος ὁ πολὺς καὶ θηρίον. τὸ οὖν τῆς ψυχῆς οἷον κέντρον τοῦτό ἐστι τὸ ζητούμενον; ἢ ἄλλο τι δεῖ νομίσαι, εἰς ὃ πάντα οἷον κέντρα συμπίπτει, καὶ ὅτι ἀναλογίᾳ τοῦ κέντρου τοῦδε τοῦ κύκλου: οὐδὲ γὰρ οὕτω κύκλος ἡ ψυχή, ὡς τὸ σχῆμα, ἀλλ̓ ὅτι ἐν αὐτῇ καὶ περὶ αὐτὴν ἡ ἀρχαία φύσις: καὶ ὅτι ἀπὸ τοιούτου, καὶ ἔτι μᾶλλον ὅτι χωρισθεῖσαι ὅλαι. νῦν δέ, ἐπεὶ μέρος ἡμῶν κατέχεται ὑπὸ τοῦ σώματος —οἷον εἴ τις τοὺς πόδας ἔχοι ἐν ὕδατι, τῷ δ̓ ἄλλῳ σώματι ὑπερέχοι —τῷ δὴ μὴ βαπτισθέντι τοῦ σώματος ὑπεράραντες, τούτῳ συνάπτομεν κατὰ τὸ ἑαυτῶν κέντρον τῷ οἷον πάντων κέντρῳ, καθάπερ τῶν μεγίστων κύκλων τὰ κέντρα τῷ τῆς σφαίρας τῆς περιεχούσης κέντρῳ, ἀναπαυόμενοι. εἰ μὲν οὖν σωματικοὶ ἦσαν, οὐ ψυχικοὶ κύκλοι, τοπικῶς ἂν τῷ κέντρῳ συνῆπτον καί που κειμένου τοῦ κέντρου περὶ αὐτὸ ἂν ἦσαν: ἐπειδὴ δὲ αὐταί τε αἱ ψυχαὶ νοηταί, ὑπὲρ νοῦν τε ἐκεῖνο, δυνάμεσιν ἄλλαις, ᾗ πέφυκε τὸ νοοῦν πρὸς τὸ κατανοούμενον συνάπτειν, οἰητέον τὴν συναφὴν γίνεσθαι, καὶ πλέον, ὡς τὸ νοοῦν παρεῖναι ὁμοιότητι καὶ ταυτότητι καὶ συνάπτειν τῷ συγγενεῖ οὐδενὸς διείργοντος. σώμασι μὲν γὰρ σώματα κωλύεται κοινωνεῖν ἄλλοις, τὰ δὲ ἀσώματα σώμασιν οὐ διείργεται: οὐδ̓ ἀφέστηκε τοίνυν ἀλλήλων τόπῳ, ἑτερότητι δὲ καὶ διαφορᾷ: ὅταν οὖν ἡ ἑτερότης μὴ παρῇ, ἀλλήλοις τὰ μὴ ἕτερα πάρεστιν. ἐκεῖνο μὲν οὖν μὴ ἔχον ἑτερότητα ἀεὶ πάρεστιν, ἡμεῖς δὲ ὅταν μὴ ἔχωμεν: κἀκεῖνο μὲν ἡμῶν οὐκ ἐφίεται, ὥστε περὶ ἡμᾶς εἶναι, ἡμεῖς δὲ ἐκείνου, ὥστε ἡμᾶς περὶ ἐκεῖνο. καὶ ἀεὶ μὲν περὶ αὐτό, οὐκ ἀεὶ δὲ εἰς αὐτὸ βλέπομεν, ἀλλ̓ οἷον χορὸς ἐξᾴδων καίπερ ἔχων περὶ τὸν κορυφαῖον τραπείη ἂν εἰς τὸ ἔξω τῆς θέας, ὅταν δὲ ἐπιστρέψῃ, ᾅδει τε καλῶς καὶ ὄντως περὶ αὐτὸν ἔχει: οὕτω καὶ ἡμεῖς ἀεὶ μὲν περὶ αὐτό, καὶ ὅταν μή, λύσις ἡμῖν παντελὴς ἔσται καὶ οὐκέτι ἐσόμεθα: οὐκ ἀεὶ δὲ εἰς αὐτό, ἀλλ̓ ὅταν εἰς αὐτὸ ἴδωμεν, τότε ἡμῖν τέλος καὶ ἀνάπαυλα καὶ τὸ μὴ ἀπᾴδειν χορεύουσιν ὄντως περὶ αὐτὸ χορείαν ἔνθεον.