Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.9-2
Not analysed yet
καὶ περὶ μὲν τῆς λεγομένης οὐσίας αἰσθητῆς καὶ γένους ἑνὸς ταύτῃ: εἴδη δ̓ αὐτοῦ τίνα ἄν τις θεῖτο καὶ πῶς διέλοι; σῶμα μὲν οὖν τὸ σύμπαν θετέον εἶναι, τούτων δὲ τὰ μὲν ὑλικώτερα, τὰ δὲ ὀργανικά: ὑλικώτερα μὲν πῦρ, γῆ, ὕδωρ, ἀήρ: ὀργανικὰ δὲ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ζῴων σώματα κατὰ τὰς μορφὰς τὰς παραλλαγὰς σχόντα: εἶτα εἴδη γῆς λαμβάνειν καὶ τῶν ἄλλων στοιχείων, καὶ ἐπὶ τῶν σωμάτων τῶν ὀργανικῶν τά τε φυτὰ κατὰ τὰς μορφὰς διαιροῦντα καὶ τὰ τῶν ζῴων σώματα ἢ τῷ τὰ μὲν ἐπίγεια καὶ ἔγγεια καὶ καθ̓ ἕκαστον στοιχεῖον τὰ ἐν αὐτῷ ἢ τῶν σωμάτων τὰ μὲν κοῦφα, τὰ δὲ βαρέα, τὰ δὲ μεταξύ: καὶ τὰ μὲν ἑστάναι ἐν μέσῳ, τὰ δὲ περιέχειν ἄνωθεν, τὰ δὲ μεταξύ: καὶ ἐν ἑκάστῳ τούτων σώματα ἤδη σχήμασι διειλημμένα, ὡς εἶναι σώματα τὰ μὲν ζῴων οὐρανίων, τὰ δὲ κατὰ ἄλλα στοιχεῖα: ἢ κατ̓ εἴδη διαστησάμενον τὰ τέσσαρα τὸ μετὰ τοῦτο ἄλλον τρόπον ἤδη συμπλέκειν καὶ μιγνύντα τὰς διαφορὰς αὐτῶν κατὰ τοὺς τόπους καὶ τὰς μορφὰς καὶ τὰς μίξεις, οἷον πύρινα ἢ γήινα τῷ πλείονι καὶ ἐπικρατοῦντι λεγόμενα. τὸ δὲ πρώτας καὶ δευτέρας λέγειν, τόδε τὸ πῦρ καὶ πῦρ, ἄλλως μὲν ἔχειν διαφοράν, ὅτι τὸ μὲν καθέκαστον, τὸ δὲ καθόλου, οὐ μέντοι οὐσίας διαφοράν: καὶ γὰρ καὶ ἐν ποιῷ τὶ λευκὸν καὶ λευκὸν καὶ γραμματική τις καὶ γραμματική. ἔπειτα τί ἔλαττον ἔχει ἡ γραμματικὴ πρὸς τινὰ γραμματικὴν καὶ ὅλως ἐπιστήμη πρὸς τινὰ ἐπιστήμην; οὐ γὰρ ἡ γραμματικὴ ὕστερον τῆς τινὸς γραμματικῆς, ἀλλὰ μᾶλλον οὔσης γραμματικῆς καὶ ἡ ἐν σοί: ἐπεὶ καὶ ἡ ἐν σοὶ τίς ἐστι τῷ ἐν σοί: αὕτη δὲ ταὐτὸν τῇ καθόλου. καὶ ὁ Σωκράτης οὐκ αὐτὸς ἔδωκε τῷ μὴ ἀνθρώπῳ τὸ εἶναι ἀνθρώπῳ, ἀλλ̓ ὁ ἄνθρωπος τῷ Σωκράτει: μεταλήψει γὰρ ἀνθρώπου ὁ τὶς ἄνθρωπος. ἔπειτα ὁ Σωκράτης τί ἂν εἴη ἢ ἄνθρωπος τοιόσδε, τὸ δὲ τοιόσδε τί ἂν ἐργάζοιτο πρὸς τὸ μᾶλλον οὐσίαν εἶναι; εἰ δ̓ ὅτι τὸ μὲν εἶδος μόνον ὁ ἄνθρωπος, τὸ δὲ εἶδος ἐν ὕλῃ, ἧττον ἄνθρωπος κατὰ τοῦτο ἂν εἴη: ἐν ὕλῃ γὰρ ὁ λόγος χείρων. εἰ δὲ καὶ ὁ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος, ἀλλ̓ ἐν ὕλῃ, τί ἔλαττον ἕξει τοῦ ἐν ὕλῃ καὶ αὐτὸς λόγος τοῦ ἐν τινὶ ὕλῃ; ἔτι πρότερον τῇ φύσει τὸ γενικώτερον, ὥστε καὶ τὸ εἶδος τοῦ ἀτόμου: τὸ δὲ πρότερον τῇ φύσει καὶ ἁπλῶς πρότερον. πῶς οὖν ἂν ἧττον εἴη; ἀλλὰ τὸ καθέκαστον πρὸς ἡμᾶς γνωριμώτερον ὂν πρότερον: τοῦτο δ̓ οὐκ ἐν τοῖς πράγμασι τὴν διαφορὰν ἔχει. ἔπειτα οὕτως οὐχ εἷς λόγος τῆς οὐσίας: οὐ γὰρ ὁ αὐτὸς τοῦ πρώτως καὶ τοῦ δευτέρως οὐδ̓ ὑφ̓ ἓν γένος.