Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.9.1
Not analysed yet
ἀλλ̓ ὅτι μὲν ταῦτα γένη πρῶτα, ἐκ τούτων ἄν τις, ἴσως δὲ καὶ ἄλλων, βεβαιώσαιτο: ὅτι δὲ μόνα ταῦτα καὶ οὐκ ἄλλα πρὸς τούτοις, πῶς ἄν τις πιστεύσειε; διὰ τί γὰρ οὐ καὶ τὸ ἕν; διὰ τί δ̓ οὐ τὸ ποσόν; καὶ τὸ ποιὸν δέ; τὸ δὲ πρός τι καὶ τὰ ἄλλα, ἅπερ ἤδη ἕτεροι κατηρίθμηνται; τὸ μὲν οὖν ἕν, εἰ μὲν τὸ πάντως ἕν, ᾧ μηδὲν ἄλλο πρόσεστι, μὴ ψυχή, μὴ νοῦς, μὴ ὁτιοῦν, οὐδενὸς ἂν κατηγοροῖτο τοῦτο, ὥστε οὐδὲ γένος: εἰ δὲ τὸ προσὸν τῷ ὄντι, ἐφ̓ οὗ τὸ ἓν ὂν λέγομεν, οὐ πρώτως ἓν τοῦτο. ἔτι ἀδιάφορον ὂν αὑτοῦ πῶς ἂν ποιήσειεν εἴδη; εἰ δὲ τοῦτο μή, οὐ γένος. πῶς γὰρ καὶ διαιρήσεις; διαιρῶν γὰρ πολλὰ ποιήσεις: ὥστε αὐτὸ τὸ ἓν πολλὰ ἔσται καὶ ἀπολεῖ ἑαυτό, εἰ ἐθέλοι γένος εἶναι. ἔπειτά τι προσθήσεις διαιρῶν εἰς εἴδη: οὐ γὰρ ἂν εἶεν διαφοραὶ ἐν τῷ ἕν, ὥσπερ εἰσὶ τῆς οὐσίας. ὄντος μὲν γὰρ δέχεται ὁ νοῦς εἶναι διαφοράς, ἑνὸς δὲ πῶς; εἶτα ἑκάστοτε μετὰ τῆς διαφορᾶς δύο τιθεὶς ἀναιρεῖς τὸ ἕν, ἐπείπερ πανταχοῦ ἡ μονάδος προσθήκη τὸ πρότερον ποσὸν ἀφανίζει. εἰ δέ τις λέγοι τὸ ἐπὶ τῷ ὄντι ἓν καὶ το ἐπὶ κινήσει ἓν καὶ τοῖς αλλοις. κοινὸν εἶναι, εἰς μὲν ταὐτὸν ἄγων τὸ ὂν καὶ τὸ ἕν, ἐν ᾧ λόγῳ τὸ ὂν οὐκ ἐποίει τῶν ἄλλων γένος, ὅτι μὴ ὅπερ ὄντα, ἀλλ̓ ἕτερον τρόπον ὄντα, οὕτως οὐδὲ τὸ ἓν κοινὸν ἐπ’ αὐτῶν ἔσται, ἀλλὰ τὸ μὲν πρώτως, τὸ δὲ ἄλλως. εἰ δὲ μὴ πάντων λέγοι ποιεῖν, ἀλλὰ ἕν τι ἐφ̓ ἑαυτοῦ, ὥσπερ τὰ ἄλλα, εἰ μὲν ταὐτὸν αὐτῷ τὸ ὂν καὶ τὸ ὂν ἕν, ἤδη τοῦ ὄντος ἠριθμημένου ἐν τοῖς γένεσιν ὄνομα εἰσάγει: εἰ δὲ ἓν ἑκάτερον, τινὰ φύσιν λέγει, καὶ εἰ μὲν προστίθησί τι, ἓν λέγει, εἰ δὲ μηδέν, ἐκεῖνο, ὃ οὐδενὸς κατηγορεῖται, πάλιν αὖ λέγει. εἰ δὲ τὸ τῷ ὄντι συνόν, εἴπομεν μέν, ὅτι οὐ πρώτως ἓν λέγει. ἀλλὰ τί κωλύει πρώτως εἶναι τοῦτο ἐξῃρημένου: ἐκείνου τοῦ παντελῶς ἕν; καὶ γὰρ τὸ ὂν μετ̓ ἐκεῖνο λέγομεν ὂν καὶ ὂν πρώτως ὄν. ἢ ὅτι οὐκ ἦν τὸ πρὸ αὐτοῦ ὂν ἤ, εἴπερ ἦν, οὐκ ἂν ἦν πρώτως :τούτου δὲ τὸ πρὸ αὐτοῦ ἕν. ἔπειτα χωρισθὲν τῇ νοήσει τοῦ ὄντος διαφορὰς οὐκ ἔχει: ἔπειτα ἐν τῷ ὄντι, εἰ μὲν ἐπακολούθημα αὐτοῦ, καὶ πάντων καὶ ὕστερον —πρότερον δὲ τὸ γένος: εἰ δὲ ἅμα, καὶ πάντων —τὸ δὲ γένος οὐχ ἅμα: εἰ δὲ πρότερον, ἀρχή τις καὶ αὐτοῦ μόνον: εἰ δὲ ἀρχὴ αὐτοῦ, οὐ γένος αὐτοῦ: εἰ δὲ μὴ αὐτοῦ, οὐδὲ τῶν ἄλλων: ἢ δέοι ἂν καὶ τὸ ὂν καὶ τῶν ἄλλων πάντων. ὅλως γὰρ ἔοικε τὸ ἓν ἐν τῷ ὄντι πλησιάζον τῷ ἑνὶ καὶ οἷον συνεκπῖπτον τῷ ὄντι, τοῦ ὄντος τὸ μὲν πρὸς ἐκεῖνο ἓν ὄντος, τὸ δὲ μετ̓ ἐκεῖνο ὄντος, ὃ δύναται καὶ πολλὰ εἶναι, μένον αὐτὸ ἓν καὶ οὐ θέλον μερίζεσθαι οὐδὲ γένος εἶναι βούλεσθαι.