Ancient Greek · ~2 min
15.3 to 15.4
Plutarch, Cicero 15.3-4
Not analysed yet
βουλευσάμενος οὖν ὁ Κικέρων ἅμʼ ἡμέρᾳ, βουλὴν συνήγαγε, καὶ τὰς ἐπιστολὰς κομίσας ἀπέδωκεν οἷς ἦσαν ἐπεσταλμέναι, κελεύσας φανερῶς ἀναγνῶναι. πᾶσαι δʼ ἦσαν ὁμοίως ἐπιβουλὴν φράζουσαι. ἐπεὶ δὲ καὶ Κόιντος Ἄρριος, ἀνὴρ στρατηγικός, ἀπσήγγελλε τοὺς ἐν Τυρρηνίᾳ καταλοχισμούς, καὶ Μάλλιος ἀπηγγέλλετο σὺν χειρὶ μεγάλῃ περὶ τὰς πόλεις ἐκείνας αἰωρούμενος ἀεί τι προσδοκᾶν καινὸν ἀπὸ τῆς Ῥώμης, γίνεται δόγμα τῆς βουλῆς παρακατατίθεσθαι τοῖς ὑπάτοις τὰ πράγματα, δεξαμένους δʼ ἐκείνους ὡς ἐπίστανται διοικεῖν καὶ σῴζειν τὴν πόλιν. τοῦτο δʼ οὐ πολλάκις, ἀλλʼ ὅταν τι μέγα δείσῃ, ποιεῖν εἴωθεν ἡ σύγκλητος.