Ancient Greek · ~3 min
18.1 to 18.2
Plutarch, Cicero 18.1-2
Not analysed yet
οὐδὲν οὖν ἐπενόει μικρὸν ὁ Λέντλος ἢ ἄσημον, ἀλλʼ ἐδέδοκτο τήν βουλὴν ἅπασαν ἀναιρεῖν τῶν τʼ ἄλλων πολιτῶν ὅσους δύναιτο, τήν πόλιν δʼ αὐτὴν καταπιμπράναι, φείδεσθαι τε μηδενὸς ἢ τῶν Πομπηΐου τέκνων ταῦτα δʼ ἐξαρπασαμένους ἔχειν ὑφʼ αὑτοῖς καὶ φυλάττειν ὅμηρα τῶν πρὸς Πομπήϊον διαλύσεων· ἤδη γὰρ ἐφοίτα πολὺς λόγος καὶ βέβαιος ὑπὲρ αὐτοῦ κατιόντος ἀπὸ τῆς μεγάλης στρατείας. καὶ νὺξ μὲν ὥριστο πρὸς τήν ἐπίθεσιν μία τῶν Κρονιάδων, ξίφη δὲ καὶ στυππεῖα καὶ θεῖον εἰς τήν Κεθήγου φέροντες οἰκίαν ἀπέκρυψαν. ἄνδρας δὲ τάξαντες ἑκατὸν καὶ μέρη τοσαῦτα τῆς Ῥώμης ἕκαστον ἐφʼ ἑκάστῳ διεκλήρωσαν, ὡς διʼ ὀλίγου πολλῶν ἁψάντων φλέγοιτο πανταχόθεν ἡ πόλις. ἄλλοι δὲ τοὺς ὀχετοὺς ἔμελλον ἐμφράξαντες ἀποσφάττειν τοὺς ὑδρευομένους.