Ancient Greek
27.1 to 27.2
Plutarch, Cicero 27.1-2
Not analysed yet
τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἢ ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι· τὸ δʼ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνῆγε μῖσος αὐτῷ. γράψω δὲ καὶ τούτων ὀλίγα. Μᾶρκον Ἀκύΐνιον ἔχοντα δύο γαμβροὺς φυγάδας Ἄδραστον ἐκάλει. Λευκίου δὲ Κόττα τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δʼ ὄντος, ὑπατείαν μετιὼν ὁ Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, ὀρθῶς φοβεῖσθε, εἶπε, μή μοι γένιτο χαλεπὸς ὁ τιμητὴς ὅτι ὕδωρ πίνω. Βωκωνίῳ δʼ ἀπαντήσας ἄγοντι μεθʼ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας ἀνεφθέγξατο· Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.