Ancient Greek · ~3 min
30.1 to 30.2
Plutarch, Cicero 30.1-2
Not analysed yet
διαφυγὼν δὲ τόν κίνδυνον ὁ Κλώδιος καὶ δήμαρχος αἱρεθείς εὐθὺς εἴχετο τοῦ Κικέρωνος, πάνθʼ ὁμοῦ πράγματα καὶ πάντας ἀνθρώπους συνάγων καὶ ταράττων ἐπʼ αὐτόν, τόν τε γὰρ δῆμον ᾠκειώσατο νόμοις φιλανθρώποις, καὶ τῶν ὑπάτων ἑκατέρῳ μεγάλας ἐπαρχίας ἐψηφίσατο, Πείσωνι μὲν Μακεδονίαν, Γαβινίῳ δὲ Συρίαν, πολλοὺς δὲ τῶν ἀπόρων συνέτασσεν εἰς τὸ πολίτευμα, καὶ δούλους ὡπλισμένους περὶ αὑτὸν εἶχε. τῶν δὲ πλεῖστον δυναμένων τότε τριῶν ἀνδρῶν, Κράσσου μὲν ἄντικρυς Κικέρωνι πολεμοῦντος, Πομπηΐου δὲ θρυπτομένου πρὸς ἀμφοτέρους, Καίσαρος δὲ μέλλοντος εἰς Γαλατίαν ἐξιέναι μετὰ στρατεύματος, ὑπὸ τοῦτον ὑποδὺς ὁ Κικέρων, καίπερ οὐκ ὄντα φίλον, ἀλλʼ ὕποπτον ἐκ τῶν περὶ Κατιλίναν, ἠξίωσε πρεσβευτὴς αὐτῷ συστρατεύειν.