Ancient Greek · ~2 min
30.4 to 30.5
Plutarch, Cicero 30.4-5
Not analysed yet
ἐφʼ ᾧ παροξυνθεὶς ὁ Καῖσαρ τόν τε Κλώδιον ἐπέρρωσε καὶ Πομπήιον ἀπέστρεψε κομιδῇ τοῦ Κικέρωνος, αὐτός τε κατεμαρτύρησεν ἐν τῷ δήμῳ μὴ δοκεῖν αὐτῷ καλῶς μηδὲ νομίμως ἄνδρας ἀκρίτους ἀνῃρῆσθαι τοὺς περὶ Λέντλον καὶ Κέθηγον. αὕτη γὰρ ἦν ἡ κατηγορία, καὶ ἐπὶ τοῦθ’ ὁ Κικέρων ἐκαλεῖτο. κινδυνεύων οὖν καὶ διωκόμενος ἐσθῆτά μετήλλαξε καὶ κόμης ἀνάπλεως περιιὼν ἱκέτευε τὸν δῆμον. πανταχοῦ δʼ ὁ Κλώδιος ἀπήντα κατὰ τοὺς στενωπούς, ἀνθρώπους ἔχων ὑβριστὰς περὶ αὑτὸν καὶ θρασεῖς, οἳ πολλὰ μὲν χλευάζοντες ἀκολάστως εἰς τὴν μεταβολὴν καὶ τὸ σχῆμα τοῦ Κικέρωνος, πολλαχοῦ δὲ πηλῷ καὶ λίθοις βάλλοντες ἐνίσταντο ταῖς ἱκεσίαις.