Ancient Greek · ~3 min
31.2 to 31.3
Plutarch, Cicero 31.2-3
Not analysed yet
ὡς δʼ ἦν οὔτʼ οἶκτος οὔτε τις αἰδὼς πρὸς τὴν ὄψιν, ἀλλʼ ἔδει τὸν Κικέρωνα φεύγειν ἢ βίᾳ καὶ σιδήρῳ κριθῆναι πρὸς τὸν Κλώδιον, ἐδεῖτο Πομπηΐου βοηθεῖν ἐπίτηδες ἐκποδὼν γεγονότος καὶ διατρίβοντος ἐν ἀγροῖς περὶ τὸν Ἀλβανόν. καὶ πρῶτον μὲν ἔπεμψε Πείσωνα τὸν γαμβρὸν δεησόμενον ἔπειτα καὶ αὐτὸς ἀνέβη. πυθόμενος δʼ ὁ Πομπήιος οὐχ ὑπέμεινεν εἰς ὄψιν ἐλθεῖν, δεινὴ γὰρ αὐτὸν αἰδὼς εἶχε πρὸς τὸν ἄνδρα μεγάλους ἠγωνισμένον ἀγῶνας ὑπὲρ αὐτοῦ καὶ πολλὰ πρὸς χάριν ἐκείνῳ πεπολιτευμένον, ἀλλὰ Καίσαρι γαμβρὸς ὢν δεομένῳ προὔδωκε τὰς παλαιὰς χάριτας καὶ κατὰ θύρας ἄλλας ὑπεξελθὼν ἀπεδίδρασκε τὴν ἔντευξιν. οὕτω δὴ προδοθεὶς ὁ Κικέρων ὑπʼ αὐτοῦ καὶ γεγονὼς ἔρημος ἐπὶ τοὺς ὑπάτους κατέφυγε.