Ancient Greek
Chapter 11
Plutarch, Γάλβας 11.1
Not analysed yet
Γάλβαν δὲ περὶ Νάρβωνα, πόλιν Γαλατικήν, οἱ παρὰ τῆς συγκλήτου πρέσβεις ἐντυχόντες ἠσπάζοντο, καὶ παρεκάλουν ἐπιφανῆναι τῷ δήμῳ ποθοῦντι ταχέως, ὁ δὲ τάς τε ἄλλας παρεῖχεν ἐντεύξεις καὶ συνουσίας αὐτοῖς φιλανθρώπους καὶ δημοτικάς, πρός τε τάς ἑστιάσεις πολλῆς κατασκευῆς καὶ θεραπείας βασιλικῆς παρούσης, ἣν ἐκ τῶν Νέρωνος ὁ Νυμφίδιος αὐτῷ προσέπεμψεν, οὐδενὶ χρώμενος ἐκείνων, ἀλλὰ τοῖς ἑαυτοῦ πᾶσιν, εὐδοκίμει, μεγαλόφρων ἀνὴρ καὶ κρείττων ἀπειροκαλίας φαινόμενος.