Ancient Greek
Chapter 2
Plutarch, Γάλβας 2.3
Not analysed yet
τοῦτο γὰρ εὐθὺς μὲν ἀπώλεσε Νέρωνα, μετʼ ὀλίγον δὲ Γάλβαν τὸν μὲν γὰρ ὡς ληψόμενοι προήκαντο, τὸν δὲ μὴ λαμβάνοντες ἀπέκτειναν. εἶτα τὸν τοσοῦτον δώσοντα ζητοῦντες ἔφθησαν ἐν ταῖς ἀποστάσεσι καὶ προδοσίαις ἀναλώσαντες αὑτοὺς ἢ τυχόντες ὧν ἤλπισαν. τὰ μὲν οὖν καθʼ ἕκαστα τῶν γενομένων ἀπαγγέλλειν ἀκριβῶς τῆς πραγματικῆς ἱστορίας ἐστίν, ὅσα δὲ ἄξια λόγου τοῖς τῶν Καισάρων ἔργοις καὶ πάθεσι συμπέπτωκεν, οὐδὲ ἐμοὶ προσήκει παρελθεῖν.