Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Γάλβας 22.5
Not analysed yet
Φλάκκον μὲν οὖν Ὁρδεώνιον οὐδὲν ἄλλο ἢ σκιὰν ὄντα Γάλβα καὶ εἴδωλον ἐατέον, ἡμέρας δὲ μιᾶς ὁδὸν ἀφέστηκεν ἡμῶν Οὐϊτέλλιος, ὁ τῆς ἑτέρας Γερμανίας ἡγούμενος, πατρός τε τιμητοῦ καὶ τρὶς ὑπάτου γενομένου καὶ Κλαυδίῳ Καίσαρι τρόπον τινὰ συνάρξαντος, αὐτός τε τὴν λοιδορουμένην ὑπʼ ἐνίων πενίαν δεῖγμα λαμπρὸν ἔχων χρηστότητος καὶ μεγαλοφροσύνης, φέρε, τοῦτον ἑλόμενοι δείξωμεν ἀνθρώποις πᾶσιν ὡς Ἰβήρων καὶ Λυσιτανῶν ἀμείνους ἐσμὲν αὐτοκράτορα αἱρεῖσθαι.