Ancient Greek
Chapter 23
Plutarch, Γάλβας 23.1
Not analysed yet
οὕτω μὲν ἀνηγορεύθη Οὐϊτέλλιος αὐτοκράτωρ ἐν Γερμανίᾳ. πυθόμενος δὲ τὸν ἐκεῖ νεωτερισμὸν ὁ Γάλβας οὐκέτι τὴν εἰσποίησιν ἀνεβάλλετο. γινώσκων δὲ τῶν φίλων ἐνίους μὲν ὑπὲρ Δολοβέλλα, τοὺς δὲ πλείστους ὑπὲρ Ὄθωνος ἀρχαιρεσιάζοντας, ὧν οὐδέτερον ἐδοκίμαζεν αὐτός, ἄφνω μηδὲν προειπὼν μετεπέμψατο Πείσωνα ,Κράσσου καὶ Σκριβωνίας ἔκγονον, οὓς Νέρων ἀνῃρήκει,