Ancient Greek
Chapter 24
Plutarch, Γάλβας 24.1
Not analysed yet
ἐν δὲ τούτοις Οὐετούριος καὶ Βάρβιος, ὁ μὲν ὀπτίων, ὁ δὲ τεσσεράριος· οὕτω γὰρ καλοῦνται οἱ διαγγέλων καὶ διοπτήρων ὑπηρεσίας τελοῦντες. μεθʼ ὧν Ὄθωνος ἀπελεύθερος Ὀνόμαστος ἐπιφοιτῶν τοὺς μὲν ἀργυρίῳ, τοὺς δὲ ἐλπίσι διέφθειρεν ἤδη σαθροὺς ὄντας καὶ δεομένους προφάσεως. οὐ γὰρ ἦν ἡμερῶν τεσσάρων ἔργον ὑγιαίνοντος στρατοπέδου μεταστῆσαι πίστιν, ὅσαι μεταξὺ τῆς εἰσποιήσεως ἐγένοντο καὶ τῆς σφαγῆς, ἕκτῃ γὰρ ἀνῃρέθησαν, ἣν ἄγουσι Ῥωμαῖοι πρὸ δεκαοκτὼ καλανδῶν Φεβρουαρίων.