Ancient Greek · ~3 min
26.2 to 26.3
Plutarch, Γάλβας 26.2-3
Not analysed yet
ὁ δὲ βλέψας πρὸς αὐτόν, τίς σε, εἶπεν, ἐκέλευσε ; τοῦ δὲ ἀνθρώπου τὴν πίστιν εἰπόντος καὶ τὸν ὅρκον ὃν ὤμοσε, καὶ τοῦ πλήθους ἐπιβοῶντος ὡς εὖ, καὶ κροτοῦντος, ἐμβὰς εἰς τὸ φορεῖον ἐκομίζετο τῷ τε Διῒ θῦσαι καὶ φανῆναι τοῖς πολίταις βουλόμενος. ἐμβαλόντος δὲ εἰς τὴν ἀγοράν, ὥσπερ τροπαία πνεύματος, ἀπήντησε φήμη κρατεῖν τὸν Ὄθωνα τοῦ στρατεύματος. οἷα δὲ ἐν πλήθει τοσούτῳ, τῶν μὲν ἀναστρέφειν, τῶν δὲ προϊέναι, τῶν δὲ θαρρεῖν, τῶν δὲ ἀπιστεῖν βοώντων, καὶ τοῦ φορείου, καθάπερ ἐν κλύδωνι, δεῦρο κἀκεῖ διαφερομένου καὶ πυκνὸν ἀπονεύοντος, ἐφαίνοντο πρῶτον ἱππεῖς, εἶτα ὁπλῖται διὰ τῆς Παύλου βασιλικῆς προσφερόμενοι, μιᾷ φωνῇ μέγα βοῶντες ἐκποδὼν ἵστασθαι τὸν ἰδιώτην.