Ancient Greek · ~2 min
7.1 to 7.2
Plutarch, Γάλβας 7.1-2
Not analysed yet
ἦν δὲ θέρος ἤδη, καὶ βραχὺ πρὸ δείλης ἧκεν ἀπὸ Ῥώμης Ἴκελος ἀνὴρ ἀπελεύθερος ἑβδομαῖος. πυθόμενος δὲ τὸν Γάλβαν ἀναπαύεσθαι καθʼ ἑαυτὸν ἐβάδιζε συντόνως ἐπὶ τὸ δωμάτιον αὐτοῦ, καὶ βίᾳ τῶν θαλαμηπόλων ἀνοίξας καὶ παρελθὼν ἀπήγγειλεν ὅτι καὶ ζῶντος ἔτι τοῦ Νέρωνος, οὐκ ὄντος δὲ φανεροῦ, τὸ στράτευμα πρῶτον, εἶτα ὁ δῆμος καὶ ἡ σύγκλητος αὐτοκράτορα τὸν Γάλβαν ἀναγορεύσειεν, ὀλίγον δὲ ὕστερον ἀπαγγελθείη τεθνηκὼς ἐκεῖνος· οὐ μὴν αὐτός γε πιστεύσας ἔφη τοῖς ἀπαγγέλλουσιν, ἀλλὰ ἐπελθὼν τῷ νεκρῷ καὶ κείμενον θεασάμενος, οὕτως ἐξελθεῖν.