Ancient Greek · ~2 min
Chapter 10
Plutarch, Λούκουλλος 10.1
Not analysed yet
ἔοικε δὲ καὶ τὸ θεῖον ἐπιθαρρῦναι τοὺς Κυζικηνούς, ἀγασθὲν αὐτῶν τὴν ἀνδραγαθίαν, ἄλλοις τε σημείοις ἐναργέσι, καὶ τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐνεστώσης οἱ μὲν ἠπόρουν βοὸς μελαίνης πρὸς τὴν θυσίαν καὶ σταιτίνην πλάσαντες τῷ βωμῷ παρέστησαν, ἡ δʼ ἱερὰ καὶ τρεφομένη τῇ θεῷ νομὴν μὲν εἶχεν, ὥσπερ τἆλλα βοτὰ τῶν Κυζικηνῶν, ἐν τῇ περαίᾳ, κατʼ ἐκείνην δὲ τὴν ἡμέραν ἀποκριθεῖσα τῆς ἀγέλης μόνη διενήξατο πρὸς τὴν πόλιν καὶ κατέστησεν ἐπὶ τὴν θυσίαν αὑτήν.