Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Λούκουλλος 18.2
Not analysed yet
ἑάλω δὲ καὶ ἀδελφὴ τοῦ Μιθριδάτου Νύσσα σωτήριον ἅλωσιν αἱ δʼ ἀπωτάτω τοῦ κινδύνου καὶ καθʼ ἡσυχίαν ἀποκεῖσθαι δοκοῦσαι περὶ Φαρνάκειαν ἀδελφαί καὶ γυναῖκες οἰκτρῶς ἀπώλοντο, Μιθριδάτου πέμψαντος ἐπʼ αὐτὰς ἐκ τῆς φυγῆς Βακχίδην εὐνοῦχον. ἦσαν δὲ μετὰ πολλῶν ἀδελφαί τε δύο τοῦ βασιλέως, Ῥωξάνη καὶ Στάτειρα, περὶ τεσσαράκοντα ἔτη παρθενευόμεναι, καὶ γαμεταὶ δύο, γένος Ἰωνίδες, Βερενίκη μὲν ἐκ Χίου, Μονίμη δὲ Μιλησία.