Ancient Greek · ~4 min
18.4 to 18.6
Plutarch, Λούκουλλος 18.4-6
Not analysed yet
καὶ δὴ τοῦ Βακχίδου παραγενομένου καὶ προστάξαντος αὐταῖς ἀποθνῄσκειν, ὡς ἑκάστῃ δοκοίη ῥᾷστον εἶναι καὶ ἀλυπότατον, περισπάσασα τῆς κεφαλῆς τὸ διάδημα τῷ τραχήλῳ περιῆψε καὶ ἀνήρτησεν ἑαυτήν. ταχὺ δʼ ἀπορραγέντος ὦ κατηραμένον, ἔφη, ῥάκος, οὐδὲ πρὸς τοῦτό μοι χρήσιμον ἔσῃ ; κἀκεῖνο μὲν ἀπέρριψε προσπτύσασα, τῷ δὲ Βακχίδῃ τὴν σφαγὴν παρέσχεν. ἡ δὲ Βερενίκη κύλικα φαρμάκου λαβοῦσα, τῆς μητρὸς αὐτῇ παρούσης καὶ δεομένης, μετέδωκε. καὶ συνεξέπιον μὲν ἀμφότεραι, ἤρκεσε δὲ ἡ τοῦ φαρμάκου δύναμις εἰς. τὸ ἀσθενέστερον σῶμα, τὴν δὲ Βερενίκην οὐχ ὅσον ἔδει πιοῦσαν οὐκ ἀπήλλαξεν, ἀλλὰ δυσθανατοῦσα τοῦ Βακχίδου σπεύδοντος ἀπεπνίγη. λέγεται δὲ καὶ τῶν ἀγάμων ἀδελφῶν ἐκείνων τὴν μὲν ἐπαρωμένην πολλὰ καὶ λοιδοροῦσαν ἐκπιεῖν τὸ φάρμακον, τὴν δὲ Στάτειραν οὔτε δύσφημόν τι φθεγξαμένην οὔτʼ ἀγεννές, ἀλλʼ ἐπαινοῦσαν τὸν ἀδελφόν, ὅτι περὶ τοῦ σώματος κινδυνεύων οὐκ ἠμέλησεν αὐτῶν, ἀλλὰ προὐνόησεν ἐλευθέρας καὶ ἀνυβρίστους ἀποθανεῖν. ταῦτα μὲν οὖν φύσει χρηστὸν ὄντα καὶ φιλάνθρωπον ἠνία τὸν Λούκουλλον.