Ancient Greek · ~2 min
Chapter 19
Plutarch, Λούκουλλος 19.2
Not analysed yet
αἴτιος δʼ ἦν Καλλίμαχος ὁ στρατηγός ἐμπειρίᾳ μηχανικῆς παρασκευῆς καὶ δεινότητι πανουργίας, ὅσην πολιορκία δέχεται, πλεῖστα λυπήσας Ῥωμαίους· ὧν ὕστερον ἔδωκε δίκην. τότε δʼ ὑπὸ Λουκούλλου καταστρατηγηθείς, ὑφʼ ἣν ἔθος εἶχεν ὥραν τῆς ἡμέρας ἀπάγειν καὶ ἀναπαύειν τούς στρατιώτας, ἐν ἐκείνῃ προσβαλόντος αἰφνιδίως καὶ κατασχόντος οὐ πολὺ μέρος τοῦ τείχους, αὐτὸς ἐκλιπὼν τὴν πόλιν ὑφῆψεν, εἴτε φθονῶν ὠφεληθῆναι Ῥωμαίοις, εἴτε ῥᾳστώνην φυγῆς ἑαυτῷ μηχανώμενος.