# Λούκουλλος 19.3-4

Plutarch, Λούκουλλος, 19.3 to 19.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-101/19.3

οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ ὡς ἡ φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, ὁ δὲ Λούκουλλος οἰκτείρων ἀπολλυμένην τὴν πόλιν ἔξωθεν ἐβοήθει πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλʼ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός. οἱ δὲ τοὐναντίον ἔπραξαν, πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμπάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λούκουλλον εἰσελθόντα μεθʼ ἡμέραν καὶ δακρύσαντα πρὸς τούς φίλους εἰπεῖν, ὡς πολλάκις ἤδη Σύλλαν μακαρίσας μάλιστα τῇ σήμερον ἡμέρᾳ τὴν τἀνδρὸς εὐτυχίαν θαυμάσειεν, ὅτι σῶσαι βουληθεὶς ἐδυνήθη τὰς Ἀθήνας.

---

Plutarch, Λούκουλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg036.local001/.
