Ancient Greek · ~2 min
22.1 to 22.2
Plutarch, Λούκουλλος 22.1-2
Not analysed yet
Τιγράνης δὲ Μιθριδάτην πρότερον μὲν οὐδὲ ἰδεῖν ἠξίωσεν οὐδὲ προσειπεῖν οἰκεῖον ἄνδρα βασιλείας ἐκπεπτωκότα τηλικαύτης, ἀλλʼ ἀτίμως καὶ ὑπερηφάνως ἀπωτάτω περιεῖδεν αὐτὸν τρόπον τινὰ φρουρούμενον ἐν χωρίοις ἑλώδεσι καὶ νοσεροῖς· τότε δὲ σὺν τιμῇ καὶ φιλοφροσύνῃ μετεπέμψατο αὐτὸν εἰς τὰ βασίλεια. καὶ δὴ λόγων γενομένων ἀπορρήτων τὰς πρὸς ἀλλήλους ἐθεράπευον ὑποψίας ἐπὶ κακῷ τῶν φίλων, εἰς ἐκείνους τὰς αἰτίας τρέποντες. ὧν ἦν καὶ Μητρόδωρος ὁ Σκήψιος, ἀνὴρ εἰπεῖν οὐκ ἀηδὴς καὶ πολυμαθής, ἀκμῇ δὲ φιλίας τοσαύτῃ χρησάμενος, ὥστε πατὴρ προσαγορεύεσθαι τοῦ βασιλέως.