Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Λούκουλλος 24.6
Not analysed yet
χρησάμενος οὖν τῷ καιρῷ διεβίβαζε τὴν στρατιάν· καὶ γίνεται σημεῖον αὐτῷ χρηστὸν ἅμα τῇ διαβάσει, βόες ἱεραὶ νέμονται Περσίας Ἀρτέμιδος, ἣν μάλιστα θεῶν οἱ πέραν Εὐφράτου βάρβαροι τιμῶσι χρῶνται δὲ ταῖς βουσὶ πρὸς θυσίαν μόνον, ἄλλως δὲ πλάζονται κατὰ τὴν χώραν ἄφετοι, χαράγματα φέρουσαι τῆς θεοῦ λαμπάδα, καὶ λαβεῖν ἐξ αὑτῶν, ὅταν δεηθῶσιν, οὐ πάνυ ῥᾴδιόν ἐστιν οὐδὲ μικρᾶς πραγματείας.