Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Λούκουλλος 24.8
Not analysed yet
κἀκείνην μὲν αὐτοῦ τὴν ἡμέραν ηὐλίσατο, τῇ δʼ ὑστεραίᾳ καὶ ταῖς ἐφεξῆς προῆγε διὰ τῆς Σωφηνῆς, οὐδὲν ἀδικῶν τοὺς ἀνθρώπους προσχωροῦντας αὐτῷ καὶ δεχομένους τὴν στρατιὰν ἀσμένους, ἀλλὰ καὶ τῶν στρατιωτῶν φρούριόν τι δοκοῦν ἔχειν χρήματα πολλὰ βουλομένων λαβεῖν ἐκεῖνο, ἔφη, μᾶλλον τὸ φρούριον ἡμῖν ἐκκοπτέον ἐστί δεῖξας τὸν Ταῦρον ἄπωθεν ὄντα, ταῦτα δʼ ἀπόκειται τοῖς νικῶσι. συντείνας δὲ τὴν πορείαν καὶ τὸν Τίγριν διαβάς ἐνέβαλεν εἰς τὴν Ἀρμενίαν.