Ancient Greek · ~3 min
26.1 to 26.3
Plutarch, Λούκουλλος 26.1-3
Not analysed yet
οὕτω δὲ τούτων προχωρούντων ἄρας ὁ Λούκουλλος ἐπορεύετο πρὸς Τιγρανόκερτα, καὶ περιστρατοπεδεύσας ἐπολιόρκει τὴν πόλιν. ἦσαν δʼ ἐν αὐτῇ πολλοὶ μὲν Ἕλληνες τῶν ἀναστάτων ἐκ Κιλικίας, πολλοὶ δὲ βάρβαροι τοῖς Ἕλλησιν ὅμοια πεπονθότες, Ἀδιαβηνοὶ καὶ Ἀσσύριοι καὶ Γορδυηνοὶ καὶ Καππάδοκες, ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκασεν. ἦν δὲ καὶ χρημάτων ἡ πόλις μεστὴ καὶ ἀναθημάτων, παντὸς ἰδιώτου καὶ δυνάστου τῷ βασιλεῖ συμφιλοτιμουμένου πρὸς αὔξησιν καὶ κατασκευὴν τῆς πόλεως, διὸ καὶ συντόνως ἐπολιόρκει ὁ Λούκουλλος αὐτήν, οὐκ ἀνέξεσθαι τὸν Τιγράνην οἰόμενος, ἀλλὰ καὶ παρὰ γνώμην ὑπʼ ὀργῆς καταβήσεσθαι διαμαχούμενον, ὀρθῶς οἰόμενος. πολλὰ δὲ Μιθριδάτης ἀπηγόρευσεν ἀγγέλους πέμπων καὶ γράμματα μὴ συνάπτειν μάχην, ἀλλὰ τοῖς ἱππεῦσι περικόπτειν τὴν ἀγοράν πολλὰ δὲ Ταξίλης ἥκων παρʼ αὐτοῦ καὶ συστρατεύων ἐδεῖτο τοῦ βασιλέως φυλάττεσθαι καὶ φεύγειν ὡς ἄμαχον πρᾶγμα τὰ Ῥωμαίων ὅπλα.