Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Λούκουλλος 28.3
Not analysed yet
μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός· ἄλλο δʼ οὐδὲν οὔθʼ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλʼ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δʼ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας· νενικήκαμεν, ἔφη, νενικήκαμεν, ὦ συστρατιῶται.