# Λούκουλλος 28.5-6

Plutarch, Λούκουλλος, 28.5 to 28.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-101/28.5

ὁ δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφʼ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δʼ ἐξελάσας ἐν ἀρχῇ μετʼ ὀλίγων ἔφευγε· καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθʼ ἑτέρας ὁδοὺς κελεύσας. ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δʼ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δʼ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.

---

Plutarch, Λούκουλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg036.local001/.
