Ancient Greek · ~2 min
Chapter 31
Plutarch, Λούκουλλος 31.2
Not analysed yet
οὐ μὴν ἀλλὰ καταβὰς καὶ δὶς ἢ τρὶς ἀνατολμήσαντας ἐπʼ αὐτὸν τοὺς Ἀρμενίους τρεψάμενος ἀδεῶς ἐπόρθει τὰς κώμας, καὶ τὸν παρεσκευασμένον τῷ Τιγράνῃ σῖτον ἐξαιρῶν ἣν αὐτὸς ἐφοβεῖτο τοῖς πολεμίοις περιέστησεν ἀπορίαν. ἐπεὶ δὲ προκαλούμενος εἰς μάχην αὐτούς περιταφρεύων τὸν χάρακα καὶ πορθῶν ἐν ὄψει τὴν χώραν οὐκ ἐκίνει πεπληγότας πολλάκις, ἀναστὰς ἐβάδιζεν ἐπʼ Ἀρτάξατα τὸ Τιγράνου βασίλειον, ὅπου καὶ παῖδες αὐτῷ νήπιοι καὶ γαμεταὶ γυναῖκες ἦσαν, οὐκ ἂν οἰόμενος ἀμαχεὶ ταῦτα προήσεσθαι τὸν Τιγράνην.