Ancient Greek · ~1 min
Chapter 32
Plutarch, Λούκουλλος 32.2
Not analysed yet
τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς νυκτερεύοντας, οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λουκούλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο,. πρῶτον δεόμενοι καὶ τοὺς χιλιάρχους προσπέμποντες, ἔπειτα θορυβωδέστερον συνιστάμενοι καὶ κατὰ σκηνὰς νυκτὸς ἀλαλάζοντες, ὅπερ εἶναι δοκεῖ σύμβολον ἀποστατικῶς ἐχούσης στρατιᾶς.