Ancient Greek · ~2 min
Chapter 37
Plutarch, Λούκουλλος 37.4
Not analysed yet
ταῦτα μὲν οὖν ἄνδρες παρεκόμιζον ἡμίονοι δʼ ὀκτὼ κλίνας χρυσᾶς ἔφερον, ἓξ δὲ καὶ πεντήκοντα κεχωνευμένον ἀργύριον, ἄλλοι δʼ ἑκατὸν ἑπτὰ νομίσματος ἀργυροῦ, μικρῷ τινι δεούσας ἑβδομήκοντα καὶ διακοσίας μυριάδας, ἐν δὲ δέλτοις ἀναγραφαὶ τῶν ἤδη δεδομένων χρημάτων ὑπʼ αὐτοῦ Πομπηΐῳ πρὸς τὸν πειρατικὸν πόλεμον καὶ τοῖς ἐπὶ τοῦ δημοσίου ταμείου, καὶ χωρὶς ὅτι στρατιώτης ἕκαστος ἐνακοσίας καὶ πεντήκοντα δραχμὰς ἔλαβεν. ἐπὶ τούτοις τήν τε πόλιν εἱστίασε λαμπρῶς καὶ τὰς περιοικίδας κώμας, ἃς οὐΐκους καλοῦσι.