Ancient Greek · ~2 min
Chapter 38
Plutarch, Λούκουλλος 38.2
Not analysed yet
ἐλπίδας δὲ θαυμαστὰς τῇ βουλῇ παρασχών, ὡς ἐχούσῃ τὸν ἄνδρα τοῦτον ἀντίταγμα πρὸς τὴν τοῦ Πομπηίου τυραννίδα καὶ τῆς ἀριστοκρατίας πρόμαχον ἀπὸ δόξης καὶ δυνάμεως ὁρμώμενον μεγάλης, ἐγκατέλιπε καὶ προήκατο τὴν πολιτείαν, εἴτε δυσκάθεκτον ἤδη καὶ νοσοῦσαν ὁρῶν εἴθʼ, ὥς φασιν ἔνιοι, μεστὸς ὢν δόξης καὶ πρὸς τὸ ῥᾷστον ἀναπίπτων τοῦ βίου καὶ μαλακώτατον ἐκ πολλῶν ἀγώνων καὶ πόνων οὐκ εὐτυχέστατον τέλος λαβόντων.