Ancient Greek · ~2 min
4.2 to 4.3
Plutarch, Λούκουλλος 4.2-3
Not analysed yet
Μιτυληναίους δʼ ἄντικρυς ἀφεστῶτας ἐβούλετο μὲν εὐγνωμονῆσαι καὶ δίκης τυχεῖν μετρίας ἐφʼ οἷς περὶ Μάριον ἐξήμαρτον, ὡς δʼ ἑώρα κακοδαιμονοῦντας, ἐπιπλεύσας ἐκράτησε μάχῃ καὶ κατέκλεισεν εἰς τὰ τείχη, καὶ πολιορκίαν συστησάμενος ἐξέπλευσε μὲν ἡμέρας καὶ φανερῶς εἰς Ἐλαίαν, ὑπέστρεψε δὲ λεληθότως καὶ περὶ τήν πόλιν ὑφεὶς ἐνέδραν ἡσύχαζεν. ἐπεὶ δʼ ἀτάκτως καὶ μετὰ θράσους ὡς ἔρημον ἁρπασόμενοι τὸ στρατόπεδον οἱ Μιτυληναῖοι προῆλθον, ἐπεισπεσὼν αὐτοῖς ἔλαβέ τε παμπόλλους ζῶντας καὶ τῶν ἀμυνομένων πεντακοσίους ἀπέκτεινεν, ἀνδραπόδων δὲ χιλιάδας ἓξ καὶ τὴν ἄλλην ἀναρίθμητον ἠλάσατο λείαν.