# Λούκουλλος 40.1-2

Plutarch, Λούκουλλος, 40.1 to 40.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-101/40.1

Νεόπλουτα δʼ ἦν τοῦ Λουκούλλου τὰ δεῖπνα τὰ καθʼ ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλίθοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλʼ ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς διαπεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποιοῦντος ἑαυτόν. ὁ γοῦν Πομπήιος εὐδοκίμησε νοσῶν· τοῦ γὰρ ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δʼ οἰκετῶν οὐκ ἂν εὑρεῖν ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην ἢ παρὰ Λουκούλλῳ σιτευομένην, οὐκ εἴασε λαβεῖν ἐκεῖθεν, ἀλλʼ εἰπὼν πρὸς τὸν ἰατρόν οὐκοῦν, εἰ μὴ Λούκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν; ἄλλο τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε.

---

Plutarch, Λούκουλλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg036.local001/.
