Ancient Greek · ~2 min
Chapter 43
Plutarch, Λούκουλλος 43.2
Not analysed yet
τὰ δὲ φάρμακα δοθῆναι μὲν, ὡς ἀγαπῷτο μᾶλλον ὁ Καλλισθένης ὑπʼ αὐτοῦ, τοιαύτην ἔχειν δοκοῦντα τὴν δύναμιν, ἐκστῆσαι δὲ καὶ κατακλύσαι τὸν λογισμόν, ὥστʼ ἔτι ζῶντος αὐτοῦ τὴν οὐσίαν διοικεῖν τὸν ἀδελφόν· οὐ μὴν ἀλλʼ ὡς ἀπέθανε, καθάπερ ἂν ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος, ὁ δῆμος ἠχθέσθη καὶ συνέδραμε, καὶ τὸ σῶμα κομισθὲν εἰς ἀγορὰν ὑπὸ τῶν εὐγενεστάτων νεανίσκων ἐβιάζετο θάπτειν ἐν τῷ πεδίῳ τοῦ Ἄρεως, ὅπου καὶ Σύλλαν ἔθαψεν.