Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Λούκουλλος 6.2
Not analysed yet
καὶ τελευτῶν ἔργον οὐ σεμνὸν οὐδʼ ἐπαινετόν, ἄλλως δʼ ἀνύσιμον πρὸς τὸ τέλος ἐκ τῆς ἀνάγκης ὑπέμεινε παρὰ τὴν ἑαυτοῦ φύσιν. Πραικία τις ἦν ὄνομα τῶν ἐφʼ ὥρᾳ καὶ λαμυρίᾳ διαβοήτων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα κρείττων οὐδὲν ἀνέδην ἑταιρούσης γυναικός, ἐκ δὲ τοῦ χρῆσθαι τοῖς ἐντυγχάνουσιν αὐτῇ καὶ διαλεγομένοις πρὸς τὰς ὑπὲρ τῶν φίλων σπουδὰς καὶ πολιτείας προσλαβοῦσα τῇ λοιπῇ χάριτι τὸ δοκεῖν φιλέταιρός τις εἶναι καὶ δραστήριος ἴσχυσε μέγιστον.