Ancient Greek · ~2 min
6.4 to 6.5
Plutarch, Λούκουλλος 6.4-5
Not analysed yet
ἐπεὶ δʼ ἅπαξ ἔτυχε ταύτης, οὐδὲν ἔτι Πραικίαν οὐδὲ Κέθηγον ἔδει παρακαλεῖν, ἀλλὰ πάντες ὁμαλῶς ἐκείνῳ φέροντες ἐνεχείρισαν τὸν Μιθριδατικὸν πόλεμον ὡς ὑφʼ ἑτέρου μηδενὸς ἄμεινον διαπολεμηθῆναι δυνάμενον, Πομπηΐου μὲν ἔτι Σερτωρίῳ προσπολεμοῦντος, Μετέλλου δʼ ἀπειρηκότος ἤδη διὰ γῆρας, οὓς μόνους ἄν τις ἐναμίλλους ἐποιήσατο Λουκούλλῳ περὶ τῆς στρατηγίας ἀμφισβητοῦντας. οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας.