# Λυκοῦργος 11.4

Plutarch, Λυκοῦργος, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-102/11.4

οὕτω μὲν οὖν οὗτος ἐκεκόλαστο καὶ τοιαύτην ὑπεσχήκει δίκην, ἐκ πονηροῦ νέου καὶ αὐθάδους ἐμμελέστατος ἀνὴρ καὶ σωφρονικώτατος γενόμενος, τοῦ δὲ πάθους ὑπόμνημα Λυκοῦργος ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερόν, ἣν Ὀπτιλῖτιν προσηγόρευσε· τοὺς γὰρ ὀφθαλμοὺς ὀπτίλους οἱ τῇδε Δωριεῖς καλοῦσιν. ἔνιοι μέντοι τὸν Λυκοῦργον, ὧν καὶ Διοσκορίδης ἐστὶν ὁ συντεταγμένος τὴν Λακωνικὴν πολιτείαν, πληγῆναι μέν φασιν, οὐ τυφλωθῆναι δὲ τὸν ὀφθαλμόν, ἀλλὰ καὶ τὸ ἱερὸν τῇ θεῷ τῆς ἀκέσεως χαριστήριον ἱδρύσασθαι. τὸ μέντοι φέρειν βακτηρίαν ἐκκλησιάζοντες οἱ Σπαρτιᾶται μετὰ τὴν συμφορὰν ἐκείνην ἀπέμαθον.

---

Plutarch, Λυκοῦργος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg004.local001/.
