Ancient Greek · ~3 min
13.4 to 13.5
Plutarch, Λυκοῦργος 13.4-5
Not analysed yet
οὐδʼ ἔστιν οὐδεὶς οὕτως ἀπειρόκαλος καὶ ἀνόητος ὥστε εἰς οἰκίαν ἀφελῆ καὶ δημοτικὴν εἰσφέρειν κλίνας ἀργυρόποδας καὶ στρωμνὰς ἁλουργεῖς καὶ χρυσᾶς κύλικας καὶ τὴν τούτοις ἑπομένην πολυτέλειαν, ἀλλʼ ἀνάγκη συναρμόζεσθαι καὶ συνεξομοιοῦν τῇ μὲν οἰκίᾳ τὴν κλίνην, τῇ δὲ κλίνῃ τὴν ἐσθῆτα, ταύτῃ δὲ τὴν ἄλλην χορηγίαν καὶ κατασκευήν. ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρεσβύτερον ἐν Κορίνθῳ δειπνοῦντα, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν κατασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς τὰ ξύλα φύεται. τρίτην δὲ ῥήτραν διαμνημονεύουσι τοῦ Λυκούργου, τὴν κωλύουσαν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύειν, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι πολεμικοὶ γένωνται.