Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Λυκοῦργος 15.10
Not analysed yet
αὑτοῖς. καὶ λόγος ἀπομνημονεύεται Γεράδα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὑτοῖς, εἶπεν· ὦ ξένε, οὐδεὶς γίνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἐὰν οὖν γένηται; ταῦρον, ἔφη ὁ Γεράδας, ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δ’ ἐκείνου καὶ φήσαντος· πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεράδας, πῶς δ’ ἄν, ἔφη, ἐν Σπάρτῃ μοιχὸς γένοιτο; ταῦτα μὲν οὖν ἱστόρηται περὶ τῶν γάμων.