Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Λυκοῦργος 17.4
Not analysed yet
τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν. καὶ τοῦτο μὲν ἔργον τῆς ὀλιγοσιτίας· παρέργον δέ φασι τὴν τῶν σωμάτων αὔξησιν. φέρεται, γάρ εἰς μῆκος, ὅταν τὸ πνεῦμα μὴ πολλὴν σχῇ διατριβὴν καὶ ἀσχολίαν ὑπὸ πλήθους τροφῆς εἰς βάθος καὶ πλάτος πιεζόμενον, ἀλλʼ ἄνω βαδίζῃ διὰ κουφότητα, τοῦ σώματος ἐκλύτως καὶ ῥᾳδίως ἐπιδιδόντος.