Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Λυκοῦργος 18.3
Not analysed yet
ἔδει δὲ τὴν ἀπόκρισιν καὶ μετʼ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον ὁ δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα, πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων ὁ εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει, καὶ κολάζων μὲν οὐκ ἐκωλύετο, τῶν δὲ παίδων ἀπελθόντων εὐθύνας ὑπεῖχεν, εἰ τραχύτερον τοῦ δέοντος ἐπετίμησεν ἢ τοὐναντίον ἐκλελυμένως καὶ ἀτόνως.