Ancient Greek · ~2 min
Chapter 19
Plutarch, Λυκοῦργος 19.4
Not analysed yet
ἔφη, τιμῶντες τὸ θεῖον διαλίπωμεν. καὶ περὶ τῶν ἀθλημάτων, ταῦτα μόνα μὴ κωλύσαντος ἀγωνίζεσθαι τοὺς πολίτας ἐν οἷς χεὶρ οὐκ ἀνατείνεται. φέρονται δὲ αὐτοῦ καὶ δι’ ἐπιστολῶν ἀποκρίσεις τοιαῦται πρὸς τοὺς πολίτας. πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἂν πτωχοὶ μένητε καὶ μὴ μέσδων ἅτερος θατέρω ἐρᾶτε ἦμεν. καὶ πάλιν περὶ τῶν τειχῶν οὐκ ἂν εἴη ἀτείχιστος πόλις ἅτις ἄνδρεσσι, καὶ οὐ πλίνθοις ἐστεφάνωται. περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἐπιστολῶν οὔτε ἀπιστῆσαι ῥᾴδιον οὔτε πιστεῦσαι.