Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Λυκοῦργος 2.2
Not analysed yet
αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς, γενομένων δὲ τῶν ὁρκίων συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος, ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον ἔτι τῶν πολεμίων παρόντων ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν, ὡς μὴ πάντων πιόντων. ἀλλὰ καίπερ ἐπὶ τούτοις θαυμάζοντες αὐτὸν οὐκ ἀπὸ τούτου τὴν οἰκίαν, ἀλλὰ τοῦ παιδὸς αὐτοῦ προσηγόρευσαν Εὐρυπωντίδας, ὅτι δοκεῖ πρῶτος Εὐρυπῶν τὸ ἄγαν μοναρχικὸν ἀνεῖναι τῆς βασιλείας, δημαγωγῶν καὶ χαριζόμενος τοῖς πολλοῖς.