Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Λυκοῦργος 20.5
Not analysed yet
ἔστι δὲ καὶ τοῖς μετὰ παιδιᾶς εἰρημένοις ὑπʼ αὐτῶν τεκμήρασθαι τὸν ἐθισμόν, εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν. ὁ μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας. ὁ δὲ ἀναγνοὺς τὸ ἐπίγραμμα τοῦτο· σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον, δικαίως, εἶπε, τεθνάκαντι τοὶ ἄνδρες· ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν.