Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Λυκοῦργος 21.4
Not analysed yet
Πίνδαρος δέ φησιν ἔνθα βουλαὶ γερόντων καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα. Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς· ῥέπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν, ὡς ὁ Λακωνικὸς ποιητὴς εἴρηκε. καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων.