Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Λυκοῦργος 22.3
Not analysed yet
ἅμα δ’ ἐξῆρχεν ἐμβατηρίου παιᾶνος, ὥστε σεμνὴν ἅμα καὶ καταπληκτικὴν τὴν ὄψιν εἶναι, ῥυθμῷ τε πρὸς τὸν αὐλὸν ἐμβαινόντων καὶ μήτε διάσπασμα ποιούντων ἐν τῇ φάλαγγι μήτε ταῖς ψυχαῖς θορυβουμένων, ἀλλὰ πρᾴως καὶ ἱλαρῶς ὑπὸ τοῦ μέλους ἀγομένων ἐπὶ τὸν κίνδυνον. οὔτε γάρ φόβον οὔτε θυμὸν ἐγγίνεσθαι πλεονάζοντα τοῖς οὕτω διακειμένοις εἰκός ἐστιν, ἀλλʼ εὐσταθὲς φρόνημα μετʼ ἐλπίδος καὶ θράσους, ὡς τοῦ θεοῦ συμπαρόντος.