Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Λυκοῦργος 24.1
Not analysed yet
ἡ δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν. οὐδεὶς γὰρ ἦν ἀφειμένος ὡς ἐβούλετο ζῆν, ἀλλʼ οἷον ἐν στρατοπέδῳ τῇ πόλει καὶ δίαιταν ἔχοντες ὡρισμένην καὶ διατριβὴν περὶ τὰ κοινά, καὶ ὅλως νομίζοντες οὐχ αὑτῶν, ἀλλὰ τῆς πατρίδος εἶναι διετέλουν, εἰ μή τι πράττειν ἕτερον εἴη προστεταγμένον ,ἐπισκοποῦντες τοὺς παῖδας, καὶ διδάσκοντές τι τῶν χρησίμων ἢ μανθάνοντες αὐτοὶ παρὰ τῶν πρεσβυτέρων.